Ὑμεῖς, εὐγενέστατοι ἄρχοντες κ᾿ ἐκλαμπρότατοι Δήμαρχοι καὶ γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός. Εἰξεύρετε, ὅτι ἐφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν θέλει στενοχωρήσει ἡμᾶς μετὰ πάσης τέχνης καὶ μηχανῆς, ὅπως, εἰ δυνατόν, ὡς ὄφις ἐκχύσῃ τὸ φαρμάκιον καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς.
Διὰ τοῦτο σᾶς παρακαλῶ, στῆτε ἀνδρείως.
Ἰδού, σᾶς παραδίδω τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην Πόλιν, τὴν πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων!
Αὐτὸς ὁ ἀλιτήριος Ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφοῦ, ἐλθών, μᾶς ἠπείλησε.
Τώρα δέ, ἀδελφοί, μὴ δειλιάσετε. Ἡμεῖς γὰρ πᾶσαν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν ἀνεθέμεθα, ἐκεῖνοι δὲ εἰς τὰ ὅπλα.
Διό, συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Μιμήθητε τούς ποτε τῶν Καρχηδονίων ἐλέφαντας, οἵτινες τοσοῦτον πλῆθος ἵππων Ρωμαίων διὰ μόνης της θέας καὶ τῆς φωνῆς αὐτῶν ἐξεδίωξαν. Ἐὰν δὲ τὰ ἄλογα ζῶα ἐδίωξαν τοὺς ἐχθρούς, πόσον μᾶλλον ἡμεῖς, οἱ ὁποῖοι εἴμεθα κύριοι τῶν ἀλόγων ζώων καὶ ἀγωνιζόμεθα πρὸς χείρονας καὶ αὐτῶν τῶν ἄλογων ζώων.
Αἱ ρομφαῖαί σας καὶ τὰ τόξα σας καὶ τὰ ἀκόντια ἂς ριφθῶσι κατ᾿ αὐτῶν, οὐχὶ ὡς κατ᾿ ἀνθρώπων, ἀλλ᾿ ὡς κατ᾿ ἀγρίων χοίρων, διὰ νὰ γνωρίσωσιν οἱ ἀσεβεῖς ὅτι μάχονται πρὸς τοὺς κυρίους καὶ αὐθέντας αὐτῶν, πρὸς τοὺς ἀπογόνους τῶν Ἑλλήνων καὶ τῶν Ρωμαίων.
Τὸ καταφύγιον τῶν Χριστιανῶν· ἡ ἐλπὶς καὶ ἡ χαρὰ πάντων τῶν Ἑλλήνων· τὸ καύχημα πάντων ὅσοι ζῶσιν ὑπὸ τὴν ἡλίου Ἀνατολήν. Ζητεῖ δὲ πῶς νὰ εὕρῃ καιρὸν νὰ ἀφανίσῃ ὡς ρόδον τοῦ ἀγροῦ τὴν ποτὲ περιφανῆ καὶ ἀνθίζουσαν ταύτην τῶν πόλεων βασιλεύουσαν.
Ἐνετοὶ εὐγενεῖς, ἀδελφοὶ ἠγαπημένοι ἐν Χριστῷ, ἄνδρες ἰσχυροί! Τὴν σήμερον παρακαλῶ νὰ ὑπερασπισθῆτε μεθ᾿ ὅλης τῆς ψυχῆς σας τὴν πόλιν ταύτην, γνωρίζοντες, ὅτι δευτέραν πατρίδα καὶ μητέρα ἔχετε αἰωνίως.
Καιρὸν δὲν ἔχω νὰ σᾶς εἴπω περισσότερα. Ἰδοὺ τὸ τεταπεινωμένον μου τοῦτο σκῆπτρον εἰς τὰς χεῖρας πάντων ὑμῶν ἀνατίθημι. Φυλάξατέ το μετ᾿ εὐνοίας! Πολὺ δὲ παρακαλῶ ὑμᾶς νὰ δείξητε τὴν πρέπουσαν εὐπείθειαν…
Ἂς πεθάνουμε γιὰ τὴν πίστη τοῦ Χριστοῦ καὶ γιὰ τὴν πατρίδα μας!